Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.144 Joseph. AJ 1.149 (English) >>Joseph. AJ 1.154

1.147Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω. 1.148

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο. 1.149Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν· 1.150Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος. 1.151Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.144 Joseph. AJ 1.149 (English) >>Joseph. AJ 1.154

Powered by PhiloLogic